Add parallel Print Page Options

26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ [a]ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ 27 πρὸς παρθένον [b]ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ [c]εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ [d]σοῦ. 29 ἡ δὲ [e]ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ [f]συγγενίς σου καὶ αὐτὴ [g]συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ [h]τοῦ θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.

39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν [i]τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, 42 καὶ ἀνεφώνησεν [j]κραυγῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς [k]ἐμέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν [l]ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.

46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· 49 ὅτι ἐποίησέν μοι [m]μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, 50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς [n]καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. 56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ [o]ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ [p]ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν [q]ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι [r]αὐτό. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης [s]ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ [t]γὰρ χεὶρ κυρίου ἦν μετ’ αὐτοῦ.

67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ [u]ἐπροφήτευσεν λέγων· 68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν [v]ἐν οἴκῳ [w]Δαυὶδ παιδὸς αὐτοῦ, 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν [x]ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ, 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν 74 ἀφόβως ἐκ χειρὸς [y]ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ [z]πάσαις ταῖς ἡμέραις ἡμῶν. 76 καὶ σὺ [aa]δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ [ab]ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς [ac]ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ([ad]αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·) καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν [ae]ἑαυτοῦ πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ [af]ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν [ag]ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. [ah]καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν· 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· 12 καὶ τοῦτο ὑμῖν [ai]τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον [aj]καὶ κείμενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς [ak]οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· 14 Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις [al]εὐδοκίας.

15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, [am]οἱ ποιμένες [an]ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ [ao]ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, 19 ἡ δὲ [ap]Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:26 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:27 ἐμνηστευμένην WH Treg NIV ] μεμνηστευμένην RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 εἰσελθὼν WH NA ] + ὁ ἄγγελος Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 σοῦ WH NIV ] + εὐλογημένη σὺ ἐν γυναιξίν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:29 ἐπὶ τῷ λόγῳ διεταράχθη WH Treg NIV ] ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συγγενίς WH NIV ] συγγενής Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συνείληφεν WH Treg NIV ] συνείληφυῖα RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:37 τοῦ θεοῦ WH Treg NIV ] τῷ θεῷ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:41 τὸν … Μαρίας ἡ Ἐλισάβετ WH Treg NIV ] ἡ Ἐλισάβετ τὸν … Μαρίας RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:42 κραυγῇ WH Treg NIV ] φωνῇ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:43 ἐμέ WH NIV ] μέ Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:44 ἐν ἀγαλλιάσει τὸ βρέφος WH Treg NIV ] τὸ βρέφος ἐν ἀγαλλιάσει RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:49 μεγάλα WH Treg NIV ] μεγαλεῖα RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:50 καὶ γενεὰς WH Treg NIV ] γενεῶν RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:56 ὡς WH Treg NIV ] ὡσεὶ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:59 ἡμέρᾳ τῇ ὀγδόῃ WH Treg NIV ] ὀγδόῃ ἡμέρᾳ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:61 ἐκ τῆς συγγενείας WH Treg NIV ] ἐν τῇ συγγενείᾳ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:62 αὐτό WH Treg NIV ] αὐτόν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:63 ἐστὶν WH Treg NIV ] + τὸ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:66 γὰρ WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:67 ἐπροφήτευσεν WH Treg NIV ] προεφήτευσεν RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:69 ἐν WH Treg NIV ] + τῷ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:69 Δαυὶδ WH Treg NIV ] + τοῦ RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:70 ἁγίων WH Treg NIV ] + τῶν RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:74 ἐχθρῶν WH Treg NIV ] τῶν ἐχθρῶν ἡμῶν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:75 πάσαις ταῖς ἡμέραις WH Treg NIV ] πάσας τὰς ἡμέρας τὴς ζωῆς RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:76 δέ WH Treg NIV ] – RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:76 ἐνώπιον WH NIV ] πρὸ προσώπου Treg RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:78 ἐπισκέψεται WH NIV ] ἐπεσκέψατο Treg RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:2 αὕτη WH Treg NIV ] + ἡ RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:3 ἑαυτοῦ WH Treg NIV ] ἰδίαν RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:5 ἐμνηστευμένῃ αὐτῷ WH Treg NIV ] μεμνηστευμένῃ αὐτῷ γυναικί RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:7 ἐν WH Treg NIV ] + τῇ RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:9 καὶ WH NIV ] + ἰδού Treg RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:12 τὸ Treg NIV RP ] – WH
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:12 καὶ WH Treg NIV ] – RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:13 οὐρανίου WH NIV RP ] οὐρανοῦ Treg
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:14 εὐδοκίας WH Treg NIV ] εὐδοκία RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:15 οἱ WH NIV ] καὶ οἱ ἄνθρωποι οἱ Treg RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:15 ἐλάλουν WH NIV ] εἶπον Treg RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:17 ἐγνώρισαν WH Treg NIV ] διεγνώρισαν RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:19 Μαρία WH Treg ] Μαριὰμ NIV RP